Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.58 Joseph. AJ 9.63 (English) >>Joseph. AJ 9.68

9.61καὶ στρατεύει μετὰ μεγάλης δυνάμεως ἐπὶ τὸν Ἰώραμον, ὃς οὐχ ἡγούμενος αὑτὸν ἀξιόμαχον εἶναι τοῖς Σύροις ἐνέκλεισεν αὑτὸν εἰς τὴν Σαμάρειαν θαρρῶν τῇ τῶν τειχῶν ὀχυρότητι. Ἄδερ δὲ λογισάμενος αἱρήσειν τὴν πόλιν, εἰ καὶ μὴ τοῖς μηχανήμασι, λιμῷ μέντοι καὶ σπάνει τῶν ἐπιτηδείων παραστήσεσθαι τοὺς Σαμαρεῖς, προσβαλὼν ἐπολιόρκει τὴν πόλιν. 9.62οὕτω δὲ ἐπέλιπε τὸν Ἰώραμον τῶν ἀναγκαίων εὐπορία, ὡς διʼ ὑπερβολὴν τῆς ἐνδείας ἐν τῇ Σαμαρείᾳ πραθῆναι ὀγδοήκοντα μὲν ἀργυρῶν νομίσματος κεφαλὴν ὄνου, πέντε δὲ ἀργυρῶν νομίσματος ξέστην κόπρου περιστερῶν ἀντὶ ἁλῶν ὠνεῖσθαι τοὺς Ἑβραίους. 9.63ἦν δʼ ἐν φόβῳ μὴ διὰ τὸν λιμὸν προδῷ τις τοῖς ἐχθροῖς τὴν πόλιν Ἰώραμος καὶ καθʼ ἑκάστην ἡμέραν ἐκπεριήρχετο τὰ τείχη καὶ τοὺς φύλακας, μή τις ἔνδον εἴη παρʼ αὐτῶν σκεπτόμενος καὶ τῷ βλέπεσθαι καὶ φροντίζειν ἀφαιρούμενος καὶ τὸ βούλεσθαί τι τοιοῦτον καὶ τὸ ἔργον, εἰ ταύτην τις τὴν γνώμην ἤδη λαμβάνειν ἔφθασεν. 9.64ἀνακραγούσης δέ τινος γυναικόςδέσποτα ἐλέησοννομίσας αἰτεῖν τι μέλλειν αὐτὴν τῶν πρὸς τροφὴν ὀργισθεὶς ἐπηράσατο αὐτῇ τὸν θεὸν καὶ μήτε ἅλως αὐτῷ μήτε ληνοὺς ὑπάρχειν ἔλεγεν, ὅθεν τι καὶ παράσχοι ἂν αὐτῇ δεομένῃ. 9.65τῆς δʼ οὐδενὸς μὲν τούτων χρῄζειν εἰπούσης οὐδʼ ἐνοχλεῖν τροφῆς ἕνεκα, κριθῆναι δὲ ἀξιούσης πρὸς ἄλλην γυναῖκα, κελεύσαντος λέγειν καὶ διδάσκειν περὶ ὧν ἐπιζητεῖ συνθήκας ἔφη ποιήσασθαι μετὰ τῆς ἑτέρας γυναικὸς γειτνιώσης καὶ φίλης αὐτῇ τυγχανούσης, ὅπως ἐπεὶ τὰ τοῦ λιμοῦ καὶ τῆς ἐνδείας ἦν ἀμήχανα διαχρησάμενοι τὰ τέκνα, ἦν δὲ ἄρρεν ἑκατέρᾳ παιδίον, ἀνὰ μίαν ἡμέραν θρέψωμεν ἀλλήλας.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.58 Joseph. AJ 9.63 (English) >>Joseph. AJ 9.68

Powered by PhiloLogic